Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 20

 
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
 
ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
 
τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
 
καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
 
αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· 165
 
ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
 
ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
 
αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
 
ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται 170
 
οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
 
ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
 
αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
 
δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες. 175
 
καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
 
αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
 
ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
 
ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
 
πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω 180
 
πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
 
αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
 
ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
 
ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
 
τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, 185
 
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
 
πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
 
ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
 
καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
 
αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· 190
 
τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
 
ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
 
ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
 
δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
 
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, 195
 
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
 
ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
 
ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme