Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 2

 
δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
 
ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
 
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
 
Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
 
Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες 85
 
ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
 
σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
 
ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
 
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
 
ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 90
 
πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
 
ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
 
ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
 
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
 
λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· 95
 
κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
 
μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
 
ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
 
Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
 
μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, 100
 
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
 
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
 
ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
 
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
 
νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. 105
 
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
 
ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
 
καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
 
καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
 
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης· 110
 
σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
 
αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
 
μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
 
τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
 
εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, 115
 
τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
 
ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
 
κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
 
τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
 
Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme