Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 2

 
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
 
Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
 
ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
 
ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
 
ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη 405
 
καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
 
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
 
εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
 
τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
 
δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη 410
 
ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
 
οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
 
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
 
οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
 
κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. 415
 
ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
 
νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
 
ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
 
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
 
τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, 420
 
ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
 
Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
 
ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
 
ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
 
στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, 425
 
ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
 
ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
 
στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
 
ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
 
δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν 430
 
στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
 
λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
 
ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
 
παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme