Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 19

 
οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
 
ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
 
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, 165
 
οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
 
ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
 
πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
 
ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
 
πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων· 170
 
ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
 
Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
 
καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
 
πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
 
ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, 175
 
ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
 
Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
 
τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
 
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
 
πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος 180
 
Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
 
ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
 
ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
 
ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
 
ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα. 185
 
καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
 
ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
 
στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
 
ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
 
αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών· 190
 
ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
 
τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
 
οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
 
τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
 
ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων· 195
 
καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
 
δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
 
καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
 
ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
 
εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme