Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 19

 
γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
 
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
 
αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
 
τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
 
οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες· 565
 
οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
 
οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
 
ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
 
ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
 
ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· 570
 
ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
 
οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
 
τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
 
ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
 
στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν. 575
 
νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
 
ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
 
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
 
τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
 
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο· 580
 
τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
 
ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
 
μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
 
πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, 585
 
πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
 
νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
 
τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. 590
 
ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
 
ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
 
ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
 
ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
 
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, 595
 
αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
 
ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
 
ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
 
ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
 
ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα, 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme