Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 19

 
τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
 
παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 
Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
 
παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
 
τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· 405
 
γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
 
πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
 
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
 
τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
 
ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα 410
 
ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
 
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
 
τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
 
τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
 
χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· 415
 
μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
 
κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
 
Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
 
δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
 
αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον· 420
 
τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
 
μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
 
ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
 
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
 
δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· 425
 
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
 
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
 
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
 
βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
 
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς 430
 
ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
 
Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
 
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
 
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
 
οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν 435
 
ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
 
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
 
ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
 
ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
 
τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme