Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 18

 
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
 
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
 
μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
 
τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
 
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, 285
 
δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
 
δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
 
ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
 
πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
 
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος· 290
 
δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
 
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
 
ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
 
χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
 
ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. 295
 
χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
 
ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
 
τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
 
ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
 
ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα. 300
 
ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
 
ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
 
τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
 
οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
 
τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. 305
 
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
 
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
 
ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
 
αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
 
καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον 310
 
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
 
αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
 
δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
 
ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
 
τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν 315
 
ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
 
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
 
ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
 
οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
 
ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο. 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme