Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 18

 
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
 
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
 
ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 
Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
 
μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης· 165
 
παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
 
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
 
οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
 
τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
 
ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες. 170
 
ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
 
χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
 
μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
 
ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
 
ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα 175
 
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
 
τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
 
χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
 
ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, 180
 
ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
 
ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
 
ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
 
οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
 
ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει 185
 
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
 
ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
 
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
 
εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
 
αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων 190
 
ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
 
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
 
ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
 
χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
 
καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, 195
 
λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
 
ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
 
ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
 
φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
 
καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme