Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 18

 
καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
 
χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
 
ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· 125
 
τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
 
Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
 
τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
 
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
 
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, 130
 
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
 
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
 
ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
 
ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
 
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ· 135
 
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
 
οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
 
καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
 
πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
 
πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι. 140
 
τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
 
ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
 
οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
 
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
 
ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης 145
 
δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
 
οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
 
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
 
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
 
μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ. 150
 
ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
 
ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
 
αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
 
νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
 
ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη 155
 
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
 
ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
 
τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
 
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
 
μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme