Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 17

 
ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
 
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
 
σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
 
ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
 
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο 205
 
τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
 
τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
 
ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
 
πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
 
ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο 210
 
νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
 
ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
 
αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
 
δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
 
τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, 215
 
ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
 
νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
 
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
 
πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
 
πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα; 220
 
ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
 
αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
 
τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
 
σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
 
καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. 225
 
ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
 
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
 
βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
 
ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
 
αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, 230
 
πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
 
πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
 
ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
 
ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
 
ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς 235
 
ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
 
ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
 
ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
 
νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
 
νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme