Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 15

 
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
 
μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
 
ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
 
εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
 
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, 525
 
κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
 
τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
 
μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
 
τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
 
ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· 530
 
Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
 
ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
 
ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
 
ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· 535
 
αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
 
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
 
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
 
ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
 
Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα 540
 
πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
 
καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
 
ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
 
τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
 
Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, 545
 
τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
 
ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
 
αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
 
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
 
Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, 550
 
εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
 
νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
 
οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
 
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
 
τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, 555
 
ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
 
ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme