Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 14

 
τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
 
ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
 
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
 
ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
 
ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι. 125
 
ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
 
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
 
ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
 
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
 
ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται. 130
 
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
 
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
 
τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
 
ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
 
ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ 135
 
κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
 
ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
 
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
 
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
 
οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι 140
 
οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
 
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
 
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
 
ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
 
τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν 145
 
αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
 
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
 
τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
 
ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
 
κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος· 150
 
ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
 
ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
 
αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
 
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
 
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην. 155
 
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
 
γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
 
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
 
ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
 
ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme