Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 14

 
ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
 
ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
 
οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
 
ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα. 445
 
ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
 
σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
 
ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
 
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
 
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, 450
 
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
 
πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
 
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον 455
 
σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
 
νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
 
πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
 
τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
 
εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων 460
 
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
 
κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
 
εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
 
ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
 
καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε, 465
 
καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
 
ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
 
εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
 
ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
 
ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος, 470
 
τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
 
ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
 
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
 
ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
 
κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, 475
 
πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
 
ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
 
ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
 
εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
 
αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον 480

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme