Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 14

 
τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
 
ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
 
εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
 
ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
 
αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην· 405
 
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
 
νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
 
εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
 
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί. 410
 
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
 
κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
 
αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
 
ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
 
τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν 415
 
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
 
ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
 
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
 
οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
 
τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης 420
 
λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
 
ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
 
ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
 
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
 
κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων· 425
 
τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
 
αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
 
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
 
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
 
μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, 430
 
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
 
βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
 
ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
 
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
 
τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, 435
 
θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
 
νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
 
ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
 
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
 
αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme