Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 14

 
ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
 
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
 
ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
 
εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
 
μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς 365
 
νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
 
πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
 
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
 
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
 
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω 370
 
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
 
αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
 
ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
 
ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
 
ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν, 375
 
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
 
ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
 
ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
 
ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
 
ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς, 380
 
ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
 
φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
 
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
 
καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
 
πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι. 385
 
καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
 
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
 
οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
 
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς 390
 
ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
 
οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
 
ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
 
μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
 
εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα, 395
 
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
 
Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
 
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
 
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
 
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. 400

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme