Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 13

 
ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
 
ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
 
οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
 
κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
 
οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες 285
 
ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
 
ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
 
χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
 
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
 
καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· 290
 
κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
 
ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
 
σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
 
οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
 
μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. 295
 
ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
 
κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
 
βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
 
μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
 
Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ 300
 
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
 
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
 
νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
 
χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
 
ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, 305
 
εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
 
κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
 
μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
 
πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
 
πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν. 310
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
 
καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
 
τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
 
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. 315
 
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
 
βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
 
οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
 
νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
 
ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme