Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 13

 
ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
 
ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
 
πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
 
πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
 
αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων 205
 
ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
 
νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
 
καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
 
ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
 
ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, 210
 
οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
 
ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
 
Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
 
ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
 
ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι, 215
 
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
 
ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
 
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
 
τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
 
ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, 220
 
πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
 
ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
 
παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
 
δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
 
ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα. 225
 
τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
 
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
 
ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε 230
 
εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
 
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
 
τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
 
ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
 
κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο; 235
 
τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
 
νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
 
εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
 
οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
 
ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme