Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 13

 
πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
 
ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
 
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
 
ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
 
κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν 45
 
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
 
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
 
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
 
Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον 50
 
πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
 
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
 
ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
 
νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
 
ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 55
 
αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
 
Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
 
ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται. 60
 
αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
 
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
 
ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
 
τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
 
ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης· 65
 
Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
 
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
 
τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
 
ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
 
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, 70
 
αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
 
δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
 
κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
 
νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
 
πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο 75
 
σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
 
κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
 
εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
 
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
 
νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme