Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 13

 
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
 
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
 
σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
 
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
 
ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, 405
 
παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
 
δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
 
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
 
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
 
πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. 410
 
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
 
ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
 
Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
 
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
 
ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης. 415
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
 
ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
 
πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· 420
 
μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
 
αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
 
κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
 
ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
 
ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, 425
 
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
 
ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
 
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
 
ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
 
κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, 430
 
ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
 
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
 
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
 
ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
 
ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· 435
 
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
 
ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
 
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
 
τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
 
ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος. 440
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme