Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 12

 
πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
 
δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
 
ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
 
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
 
τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους 245
 
ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
 
σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
 
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
 
ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
 
ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ. 250
 
ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
 
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
 
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
 
ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
 
ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· 255
 
αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
 
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
 
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
 
πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
 
αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν 260
 
Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
 
ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
 
πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
 
δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
 
μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων 265
 
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
 
μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
 
Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
 
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
 
δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· 270
 
κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
 
ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
 
Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
 
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
 
ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. 275
 
ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
 
ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
 
αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
 
σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
 
κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται, 280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme