Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 12

 
δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
 
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
 
εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
 
ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
 
ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον· 165
 
τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
 
νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
 
αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
 
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
 
ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο 170
 
καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
 
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
 
αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
 
τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
 
αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς 175
 
Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
 
ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
 
οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
 
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
 
αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. 180
 
ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
 
ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
 
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
 
δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
 
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς. 185
 
οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
 
πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
 
ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
 
ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
 
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, 190
 
ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
 
ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
 
ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
 
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
 
αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε 195
 
πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
 
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
 
φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
 
αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
 
ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν. 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme