Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 12

 
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
 
ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
 
μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
 
ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
 
Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε 445
 
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
 
ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
 
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
 
ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
 
ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω; 450
 
ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
 
σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
 
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme