Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 11

 
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
 
γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
 
οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
 
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
 
Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν 485
 
ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
 
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
 
μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
 
βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
 
ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, 490
 
ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
 
ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
 
ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
 
εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
 
ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν, 495
 
ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
 
οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
 
οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
 
τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
 
πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν· 500
 
εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
 
τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
 
οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
 
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
 
ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, 505
 
αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
 
πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
 
αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
 
ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
 
ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, 510
 
αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
 
Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
 
αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
 
οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
 
ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, 515
 
πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
 
πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
 
ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
 
ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
 
ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme