Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 11

 
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
 
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
 
ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
 
ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
 
βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. 5
 
ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
 
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
 
Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
 
ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
 
ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. 10
 
τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
 
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
 
ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
 
ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
 
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς 15
 
ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
 
οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
 
οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
 
ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
 
νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα 20
 
εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
 
ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
 
ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
 
ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
 
βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, 25
 
ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
 
πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
 
τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
 
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
 
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, 30
 
ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
 
Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
 
παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
 
τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
 
ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα 35
 
ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
 
ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
 
νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
 
παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
 
πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, 40
1 / 16 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme