Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 10

 
πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,
 
χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
 
ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
 
ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
 
αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι. 285
 
ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
 
τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
 
ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
 
πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
 
τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ. 290
 
ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
 
φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
 
ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
 
δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
 
Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων. 295
 
ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
 
ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
 
ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
 
ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
 
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, 300
 
μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
 
ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
 
ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
 
ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
 
μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν 305
 
ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
 
Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
 
νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
 
ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
 
ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· 310
 
ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
 
ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
 
καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
 
εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
 
καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· 315
 
τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
 
ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
 
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
 
ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 
ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων. 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme