Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 10

 
καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι
 
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
 
διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
 
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
 
ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης. 445
 
ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
 
οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
 
ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
 
τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
 
ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, 450
 
ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
 
δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
 
οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,
 
κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
 
ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· 455
 
μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ
 
ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,
 
ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
 
ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, 460
 
εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
 
οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
 
τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,
 
αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν
 
θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε. 465
 
ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
 
ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
 
ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
 
ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
 
μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη, 470
 
καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
 
δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
 
εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
 
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
 
ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. 475
 
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
 
ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
 
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
 
οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
 
αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς 480
 
γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme