Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 10

 
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
 
ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
 
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
 
κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
 
αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους. 405
 
ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
 
βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
 
εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
 
οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
 
ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, 410
 
ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
 
πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ
 
ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·
 
μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
 
δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς 415
 
ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν
 
τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
 
καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
 
σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
 
ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν· 420
 
ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
 
ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·
 
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
 
κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
 
αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, 425
 
ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
 
πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.
 
ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
 
Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·
 
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· 430
 
ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;
 
Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
 
ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
 
οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
 
ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο 435
 
ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
 
τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
 
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
 
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
 
τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι, 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme