Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 1

 
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
 
οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
 
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
 
ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
 
φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν. 205
 
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
 
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
 
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
 
κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
 
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι 210
 
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
 
ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
 
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
 
μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε 215
 
οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
 
ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
 
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
 
νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
 
τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις. 220
 
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
 
οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
 
θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
 
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
 
τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ; 225
 
εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
 
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
 
δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
 
αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
 
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· 230
 
ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
 
μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
 
ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
 
νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
 
οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων 235
 
ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
 
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
 
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
 
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
 
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω. 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme