Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 9

 
οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
 
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
 
ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
 
μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
 
ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, 325
 
ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
 
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
 
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
 
πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
 
τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ 330
 
ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
 
Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
 
δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
 
ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
 
τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν 335
 
εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
 
τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
 
Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
 
Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
 
ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων 340
 
Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
 
τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
 
ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
 
νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
 
μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. 345
 
ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
 
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
 
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
 
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
 
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· 350
 
ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
 
ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
 
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
 
ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
 
ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. 355
 
νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
 
αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
 
νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
 
ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
 
ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme