Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 9

 
ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
 
ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
 
ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
 
ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
 
ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ 85
 
κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
 
κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
 
ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
 
Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
 
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. 90
 
οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
 
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
 
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 95
 
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
 
ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
 
λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
 
σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
 
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι, 100
 
κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
 
εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
 
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
 
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
 
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν 105
 
ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
 
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
 
οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
 
πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
 
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, 110
 
ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
 
φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
 
δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
 
τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
 
ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· 115
 
ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
 
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
 
ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
 
ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
 
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα. 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme