Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 9

 
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
 
Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
 
τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
 
οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
 
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. 405
 
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
 
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
 
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
 
οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
 
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα 410
 
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
 
εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
 
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
 
εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
 
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν 415
 
ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
 
καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
 
οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
 
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
 
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. 420
 
ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
 
ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
 
ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
 
ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
 
νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη 425
 
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
 
Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
 
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
 
αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 430
 
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
 
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
 
δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
 
εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
 
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι 435
 
πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
 
πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
 
οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
 
ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
 
νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme