Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 9

 
νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
 
εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
 
ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
 
ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
 
ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν 365
 
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
 
ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
 
αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
 
Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
 
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ 370
 
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
 
αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
 
τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
 
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
 
ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις 375
 
ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
 
ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
 
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
 
οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
 
ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, 380
 
οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
 
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
 
αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
 
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
 
οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, 385
 
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
 
πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
 
κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
 
οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
 
ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· 390
 
οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
 
ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
 
ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
 
Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
 
πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε 395
 
κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
 
τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
 
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
 
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
 
κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· 400

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme