Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 8

 
Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
 
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
 
νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
 
ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
 
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας 165
 
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
 
ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
 
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
 
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
 
τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 170
 
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
 
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
 
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
 
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
 
γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων 175
 
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
 
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
 
ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
 
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
 
ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 180
 
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
 
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
 
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
 
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
 
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε 185
 
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
 
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
 
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
 
οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
 
ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 190
 
ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
 
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
 
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
 
αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
 
δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 195
 
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
 
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
 
ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
 
σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
 
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme