Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 8

 
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
 
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
 
τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
 
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
 
τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν. 365
 
εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
 
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
 
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
 
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
 
νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς, 370
 
ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
 
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
 
ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
 
ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
 
ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 375
 
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
 
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
 
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
 
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
 
δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 380
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
 
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
 
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
 
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
 
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει 385
 
ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
 
ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
 
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
 
ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
 
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 390
 
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
 
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
 
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
 
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
 
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. 395
 
τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
 
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
 
Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
 
βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
 
ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 400

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme