Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 7

 
νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
 
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
 
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· 325
 
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
 
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
 
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
 
τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
 
ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον· 330
 
τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
 
αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
 
βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
 
τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
 
οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. 335
 
τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
 
ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
 
πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
 
ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
 
ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· 340
 
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
 
ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
 
μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
 
Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ 345
 
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
 
τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
 
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
 
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
 
δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ 350
 
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
 
ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
 
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
 
ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
 
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, 355
 
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
 
Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
 
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
 
εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
 
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme