Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 6

 
οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
 
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
 
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
 
οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
 
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 125
 
σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
 
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
 
εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
 
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
 
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 130
 
δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
 
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
 
σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
 
θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
 
θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς 135
 
δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
 
δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
 
τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
 
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
 
ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· 140
 
οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
 
εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
 
ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
 
τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
 
Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; 145
 
οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
 
φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
 
τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
 
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
 
εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς 150
 
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
 
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
 
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
 
Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
 
αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· 155
 
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
 
ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
 
ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
 
Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
 
τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme