Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 6

 
πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
 
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
 
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
 
ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
 
καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· 85
 
Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
 
μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
 
νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
 
οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
 
πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 90
 
εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
 
θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
 
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
 
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
 
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 95
 
ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
 
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
 
ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
 
οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
 
ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην 100
 
μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
 
ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
 
αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
 
πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
 
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 105
 
οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
 
Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
 
φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
 
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
 
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· 110
 
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
 
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
 
ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
 
εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
 
δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας. 115
 
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
 
ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
 
ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
 
Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
 
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme