Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 6

 
πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
 
αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
 
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
 
Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
 
Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· 45
 
ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
 
πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
 
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
 
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
 
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. 50
 
ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
 
καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
 
δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
 
ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
 
ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 55
 
ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
 
πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
 
χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
 
κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
 
Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι. 60
 
ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
 
αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
 
ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
 
οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
 
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 65
 
Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
 
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
 
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
 
μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
 
ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 70
 
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
 
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
 
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
 
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
 
εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 75
 
Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
 
Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
 
Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
 
πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
 
στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme