Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 6

 
Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
 
πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
 
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
 
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
 
Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν 5
 
Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
 
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
 
υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
 
τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
 
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω 10
 
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
 
Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
 
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
 
ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
 
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 15
 
ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
 
πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
 
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
 
ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
 
Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· 20
 
βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
 
νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
 
Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
 
πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
 
ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 25
 
ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
 
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
 
Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
 
Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
 
Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 30
 
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
 
Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
 
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
 
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
 
Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως 35
 
φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
 
Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
 
ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
 
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
 
ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 40
1 / 14 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme