Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 5

 
καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
 
αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
 
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
 
βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
 
δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας. 285
 
τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
 
ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
 
πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
 
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
 
ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη 290
 
ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
 
τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
 
αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
 
ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
 
αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι 295
 
ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
 
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
 
δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
 
ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
 
πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, 300
 
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
 
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
 
Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
 
οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
 
τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς 305
 
ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
 
θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
 
ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
 
ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
 
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. 310
 
καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
 
εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
 
μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
 
ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
 
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν 315
 
ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
 
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
 
ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
 
οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
 
τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme