Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 5

 
φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
 
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
 
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
 
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
 
Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη 85
 
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
 
θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
 
χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
 
τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
 
οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 90
 
ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
 
πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
 
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
 
Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
 
τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 95
 
θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
 
αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
 
καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
 
θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
 
ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ. 100
 
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
 
ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
 
βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
 
δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
 
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. 105
 
ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
 
ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
 
ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
 
ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
 
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. 110
 
ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
 
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
 
αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
 
δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
 
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 115
 
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
 
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
 
δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
 
ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
 
δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme