Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 5

 
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
 
Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
 
χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
 
τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
 
χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· 725
 
πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
 
δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
 
ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
 
τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
 
δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα 730
 
κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
 
ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
 
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
 
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
 
ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· 735
 
ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
 
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
 
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
 
δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
 
ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, 740
 
ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
 
δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
 
κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
 
χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
 
ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος 745
 
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
 
ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
 
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
 
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
 
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε 750
 
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
 
τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
 
εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
 
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
 
ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη 755
 
Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
 
Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
 
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
 
μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
 
τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων 760

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme