Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 4

 
ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
 
λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
 
ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
 
ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
 
ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, 205
 
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
 
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
 
ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
 
βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
 
ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος 210
 
βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
 
κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
 
αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
 
τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
 
λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε 215
 
ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
 
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
 
αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
 
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
 
ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, 220
 
τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
 
οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
 
ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
 
οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
 
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. 225
 
ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
 
καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
 
Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
 
τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
 
γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· 230
 
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
 
καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
 
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
 
Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
 
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, 235
 
ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
 
τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
 
ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
 
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
 
οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme