Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 4

 
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
 
ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
 
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
 
ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
 
ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. 445
 
οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
 
σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
 
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
 
ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
 
ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 450
 
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
 
ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
 
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
 
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
 
τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· 455
 
ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
 
πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
 
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
 
τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
 
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω 460
 
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
 
ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
 
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
 
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
 
ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα 465
 
τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
 
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
 
πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
 
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
 
ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη 470
 
ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
 
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
 
ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
 
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
 
Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος 475
 
γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
 
τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
 
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
 
ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
 
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν 480

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme