Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 3

 
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
 
αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
 
ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
 
εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
 
Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, 285
 
τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
 
ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
 
εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
 
τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
 
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 290
 
αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
 
ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
 
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
 
θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
 
οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 295
 
ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
 
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
 
Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
 
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
 
ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος 300
 
αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.
 
ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
 
τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
 
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
 
ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 305
 
ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
 
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
 
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
 
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
 
ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 310
 
ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
 
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
 
τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
 
Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
 
χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 315
 
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
 
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
 
λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
 
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
 
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme