Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 3

 
ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
 
οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,
 
οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
 
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
 
νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 445
 
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
 
ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.
 
τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
 
Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
 
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 450
 
ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων
 
δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·
 
οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·
 
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
 
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 455
 
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
 
νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,
 
ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
 
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
 
ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. 460
 
ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme