Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 24

 
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
 
σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
 
ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
 
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
 
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν 325
 
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
 
καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο
 
πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
 
οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,
 
οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο 330
 
παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν
 
ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,
 
αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
 
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
 
ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα, 335
 
βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
 
ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
 
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
 
αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα 340
 
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
 
ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
 
εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
 
ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
 
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. 345
 
αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
 
βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
 
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
 
οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
 
στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν 350
 
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
 
τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
 
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·
 
φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.
 
ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. 355
 
ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα
 
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.
 
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,
 
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
 
στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme