Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 24

 
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
 
μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
 
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
 
ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
 
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν, 565
 
ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα
 
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
 
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
 
μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
 
καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς. 570
 
ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
 
Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε
 
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
 
ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα
 
τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, 575
 
οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
 
ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
 
κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης
 
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.
 
κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα, 580
 
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
 
δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι
 
νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
 
μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
 
παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ, 585
 
καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.
 
τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
 
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
 
αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
 
σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην. 590
 
ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
 
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
 
εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
 
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
 
σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν. 595
 
ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
 
ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
 
τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·
 
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
 
κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme