Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 24

 
λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
 
ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
 
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
 
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
 
ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα 5
 
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
 
ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
 
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
 
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
 
ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε 10
 
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς
 
δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς
 
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
 
ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
 
Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, 15
 
τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
 
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν
 
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων
 
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων
 
καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε 20
 
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
 
ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
 
τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
 
κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
 
ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ 25
 
οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,
 
ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
 
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
 
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
 
τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. 30
 
ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
 
καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
 
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν
 
Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
 
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι 35
 
ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
 
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
 
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
 
ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
 
ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα 40
1 / 21 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme