Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 23

 
κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
 
ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
 
Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
 
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
 
κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα 885
 
θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·
 
ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
 
ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
 
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
 
Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων 890
 
ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
 
ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
 
ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
 
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 895
 
δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως
 
Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.
← Previous 23 / 23

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme